Startseite    Über das Buch    Über das Projekt    Quellen    Bibliographie    Bücher-Projekt    Die Teilnehmer    Anleitung    Links    Kontakte    Über das Buch    Quellen    Über das Buch    Über das Buch    Quellen    Über das Buch    Über das Buch    Quellen    Über das Buch    Das Buch Sirach Sohn     Das Buch Baruch     Das Buch Tobit          
Unterstützte Sprachen

Kapitel
Vers (ab)
Vers (to)

י1. Ὁ φοβούμενος κύριον ποιήσει αὐτό, καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήμψεται αὐτήν·
2. καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν·
3. ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν·
4. στηριχθήσεται ἐπ᾽ αὐτὴν καὶ οὐ μὴ κλιθῇ, καὶ ἐπ᾽ αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ·
5. καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει τὸ στόμα αὐτοῦ·
6. εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος εὑρήσει καὶ ὄνομα αἰῶνος κατακληρονομήσει.
7. οὐ μὴ καταλήμψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι, καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν·
8. μακράν ἐστιν ὑπερηφανίας, καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς.
9. Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, ὅτι οὐ παρὰ κυρίου ἀπεστάλη·
10. ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος, καὶ ὁ κύριος εὐοδώσει αὐτόν.
11. μὴ εἴπῃς ὅτι Διὰ κύριον ἀπέστην· ἃ γὰρ ἐμίσησεν, οὐ ποιήσει.
12. μὴ εἴπῃς ὅτι Αὐτός με ἐπλάνησεν· οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλοῦ.
13. πᾶν βδέλυγμα ἐμίσησεν ὁ κύριος, καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς φοβουμένοις αὐτόν.
14. αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ.
15. ἐὰν θέλῃς, συντηρήσεις ἐντολὰς καὶ πίστιν ποιῆσαι εὐδοκίας.
16. παρέθηκέν σοι πῦρ καὶ ὕδωρ· οὗ ἐὰν θέλῃς, ἐκτενεῖς τὴν χεῖρά σου.
17. ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος, καὶ ὃ ἐὰν εὐδοκήσῃ, δοθήσεται αὐτῷ.
18. ὅτι πολλὴ ἡ σοφία τοῦ κυρίου· ἰσχυρὸς ἐν δυναστείᾳ καὶ βλέπων τὰ πάντα,
19. καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου.
20. οὐκ ἐνετείλατο οὐδενὶ ἀσεβεῖν καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν.
Russian Greec Hebrew Latin Syriac English gernam